ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ

 

ΟΙ ΧΑΙΡΕΤΙΣΜΟΙ ΤΗΣ ΘΕΟΤΟΚΟΥ 


Κοντάκιον. Ἦχος πλ. δ'.


Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσὴφ σπουδῇ ἐπέστη, ὁ ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ· ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῑται ἀναλλοιώτως ὅλος ἐν σοί· ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι· Χαῖρε Νύμφη ἀνύμφευτε.

 

Κοντάκιον. Ἦχος πλ. δ'.


Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν εὐχαριστήρια, ἀναγράφω σοι ἡ πόλις σου, Θεοτόκε. Ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον, ἵνα κράζω σοί· Χαῖρε Νύμφη ἀνύμφευτε.

 

Ἄγγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ χαῖρε (ἐκ γ’)·

καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν, Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς Αὐτὴν τοιαῦτα·
Χα
ῖρε, δ' ἧς ἡ χαρὰ ἐκλάμψει,

χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει.
Χα
ῖρε, τοῦ πεσόντος Ἀδάμ ἡ ἀνάκλησις,

χαῖρε, τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χα
ῖρε, ὕψος δυσανάβατον ἀθρωπίνοις λογισμοῖς,
χα
ῖρε, βάθος δυσθεώρητον καὶ ἀγγέλων ὀφθαλμοῖς.
Χα
ῖρε, ὅτι ὑπάρχεις βασιλέως καθέδρα,
χα
ῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χα
ῖρε, ἀστὴρ ἐμφαίνων τὸν ἥλιον,
χα
ῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χα
ῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις,
χα
ῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης.

Χαῖρε, Νύμφη ἀνύμφευτε.


Βλέπουσα ἡ Ἁγία, ἑαυτήν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως· τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως, τὴν κύησιν πὼς λέγεις κράζων·

Ἀλληλούια.

Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· ἐκ λαγόνων ἁγνῶν, Υἱὸν πῶς ἐστι τεχθῆναι δυνατόν; λέξον μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ, πλὴν κραυγάζων οὕτω·

Χαῖρε, βουλῆς ἀπορρήτου μύστις,
χα
ῖρε, σιγῆς δεομένων πίστις.
Χα
ῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον,
χα
ῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Χα
ῖρε, κλῖμαξ ἐπουράνιε, δι' ἧς κατέβη ὁ Θεός,
χα
ῖρε, γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν.
Χα
ῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα,
χα
ῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα.
Χα
ῖρε, τὸ φῶς ἀρρήτως γεννήσασα,
χα
ῖρε, τὸ πῶς μηδένα διδάξασα.
Χα
ῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν,
χα
ῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χα
ῖρε, Νύμφη Ἀνύμφευτε.


Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ· καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως·

Ἀλληλούια.


Ἔχουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ. Τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμὸν ἔχαιρε! καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον·

Χαῖρε, βλαστοῦ ἀμάραντου κλῆμα,
χα
ῖρε, καρποῦ ἀκήρατου κτῆμα.
Χα
ῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον,
χα
ῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα,
Χα
ῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν οἰκτιρμῶν,
χα
ῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χα
ῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις,
χα
ῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χα
ῖρε, δεκτὸν πρεσβείας θυμίαμα,
χα
ῖρε, παντός τοῦ κόσμου ἐξίλασμα.
Χα
ῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία,
χα
ῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.


Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη· πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε· μαθὼν δέ σου τὴν σύλληψιν, ἐκ Πνεύματος Ἁγίου, ἔφη·

Ἀλληλούια.


Ἤκουσαν oἱ ποιμένες, τῶν Ἀγγέλων ὑμνούντων, τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν· καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γαστρὶ Μαρίας βοσκηθέντα, ἥν ὑμνοῦντες εἶπον·

Χαῖρε, ἀμνοῦ καὶ ποιμένος Μήτηρ,
χα
ῖρε, αὐλὴ λογικῶν προβάτων.
Χα
ῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον,
χα
ῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χα
ῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ,
χα
ῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χα
ῖρε, τῶν Ἀποστόλων τὸ ἀσίγητον στόμα,
χα
ῖρε, τῶν ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χα
ῖρε, στερρὸν τῆς πίστεως ἔρεισμα,
χα
ῖρε, λαμπρὸν τῆς χάριτος γνώρισμα.
Χα
ῖρε, δι' ἧς ἐγυμνώθη ὁ ᾅδης,
χα
ῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.


Θεοδρόμον ἀστέρα, θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ· καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι' αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα· καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν αὐτῷ βοῶντες·

Ἀλληλούια.


Ἴδον παῖδες Χαλδαίων, ἐν χερσὶ τῆς Παρθένου, τὸν πλάσαντα χειρὶ τοὺς ἀνθρώπους· καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι, καὶ βοῆσαι τῇ εὐλογημένῃ·

Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ,
χα
ῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χα
ῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα,
χα
ῖρε, τῆς Τριάδος τοὺς μύστας φωτίζουσα.
Χα
ῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς ἀρχῆς,
χα
ῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χα
ῖρε, ἡ τῆς βαρβάρου λυτρουμένη θρησκείας,
χα
ῖρε, ἡ τοῦ βορβόρου ρυομένη τῶν ἔργων.
Χα
ῖρε πυρὸς προσκύνησιν παύσασα,
χα
ῖρε, φλογὸς παθῶν ἀπαλλάττουσα.
Χα
ῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης,
χα
ῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.


Κήρυκες θεοφόροι, γεγονότες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα· ἐκτελέσαντές σου τὸν χρησμόν, καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρώδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν·

Ἀλληλούια.


Λάμψας ἐν τῇ Αἰγύπτῳ, φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ ρυσθέντες, ἐβόων πρὸς τὴν Θεοτόκον·

Χαῖρε, ἀνόρθωσις τῶν ἀνθρώπων,
χα
ῖρε, κατάπτωσις τῶν δαιμόνων.
Χα
ῖρε, τῆς ἀπάτης τὴν πλάνην πατήσασα,
χα
ῖρε, τῶν εἰδώλων τὸν δόλον ἐλεγξασα.
Χα
ῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν,
χα
ῖρε, πέτρα ἡ ποτίσασα τοὺς διψῶντας τὴν ζωὴν.
Χα
ῖρε, πύρινε στύλε ὁδηγῶν τοὺς ἐν σκότει,
χα
ῖρε, σκέπη τοῦ κόσμου πλατυτέρα νεφέλης.
Χα
ῖρε, τροφὴ τοῦ μάνα διάδοχε,
χα
ῖρε, τρυφῆς ἁγίας διάκονε.
Χα
ῖρε, ἡ γῆ τῆς ἐπαγγελίας,
χα
ῖρε, ἐξ ἧς ρέει μέλι καὶ γάλα.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.


Μέλλοντος Συμεῶνος, τοῦ παρόντος αἰῶνος, μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ' ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τὴν ἄρρητον σοφίαν, κράζων·

Ἀλληλούια.


Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ἡμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις· ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτὴν βοῶντες·

Χαῖρε, τὸ ἄνθος τῆς ἀφθαρσίας,
χα
ῖρε, τὸ στέφος τῆς ἐγκρατείας.
Χα
ῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα,
χα
ῖρε, τῶν Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χα
ῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί,
χα
ῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὗ σκέπονται πολλοί.
Χα
ῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις,
χα
ῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χα
ῖρε, Κριτοῦ δικαίου δυσώπησις,
χα
ῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χα
ῖρε, στολὴ τῶν γυμνῶν παρρησίας,
χα
ῖρε, στοργὴ πάντα πόθον νικῶσα.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.


Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεός, ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκῦσαι πρὸς τὸ ὕψος, τοὺς αὐτῷ βοώντας·

Ἀλληλούια.


Ὅλως ἦν ἐν τοῖς κάτω, καὶ τῶν ἄνω οὐδόλως ἀπῆν, ὁ ἀπερίγραπτος Λόγος· συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε, καὶ τόκος ἐκ Παρθένου θεολήπτου, ἀκουούσης ταῦτα·

Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα,
χα
ῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χα
ῖρε, τῶν ἀπίστων ἀμφίβολον ἄκουσμα,
χα
ῖρε, τῶν πιστῶν ἀναμφίβολον καύχημα.
Χα
ῖρε, ὄχημα πανάγιον τοῦ ἐπὶ τῶν Χερουβείμ,
χα
ῖρε, οἴκημα πανάριστον τοῦ ἐπὶ τῶν Σεραφείμ.
Χα
ῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα,
χα
ῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.
Χα
ῖρε, δι' ἧς ἐλύθη παράβασις,
χα
ῖρε, δι' ἧς ἠνοίχθη παράδεισος.
Χα
ῖρε, ἡ κλεὶς τῆς Χριστοῦ βασιλείας,
χα
ῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.


Πᾶσα φύσις Ἀγγέλων, κατεπλάγη τὸ μέγα τῆς σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον, ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως·

Ἀλληλούια.

Ρήτορας πολυφθόγγους, ὡς ἰχθύας ἀφώνους, ὁρῶμεν ἐπὶ σοὶ Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν, τὸ πῶς καὶ Παρθένος μένεις, καὶ τεκεῖν ἴσχυσας· ἡμεῖς δὲ τὸ μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·

Χαῖρε, σοφίας Θεοῦ δοχεῖον,
χα
ῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χα
ῖρε, φιλοσόφους ἀσόφους δεικνύουσα,
χα
ῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χα
ῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταί,
χα
ῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν μύθων ποιηταί.
Χα
ῖρε, τῶν Ἀθηναίων τὰς πλοκὰς διασπῶσα,
χα
ῖρε, τῶν ἁλιέων τὰς σαγήνας πληροῦσα.
Χα
ῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα,
χα
ῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χα
ῖρε, ὁλκὰς τῶν θελόντων σωθῆναι,
χα
ῖρε, λιμὴν τῶν τοῦ βίου πλωτήρων.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.


Σῶσαι θέλων τὸν κόσμον, ὁ τῶν ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε· καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει·

Ἀλληλούια.


Τεῖχος εἶ τῶν παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε ποιητής, Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρα σου, καὶ πάντας σοι προσφωνεῖν διδάξας·

Χαῖρε, ἡ στήλη τῆς παρθενίας,
χα
ῖρε, ἡ πύλη τῆς σωτήριας.
Χα
ῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως,
χα
ῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χα
ῖρε, σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς,
χα
ῖρε, σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.
Χα
ῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα,
χα
ῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χα
ῖρε, παστάς ἀσπόρου νυμφεύσεως,
χα
ῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα.
Χα
ῖρε, καλὴ κουροτρόφε παρθένων,
χα
ῖρε, ψυχῶν νυμφοστόλε ἁγίων.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.


Ὕμνος ἅπας ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ᾠδάς, ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδὲν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν τοῖς σοὶ βοῶσιν·

Ἀλληλούια.


Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον· τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγῇ τὸν νοῦν φωτίζουσα, κραυγῇ δὲ τιμωμένη ταῦτα·

Χαῖρε, ἀκτὶς νοητοῦ Ἡλίου,
χα
ῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.
Χα
ῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα,
χα
ῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα.
Χα
ῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν,
Χα
ῖρε, ὅτι τὸν πολύῤῥυτον ἀναβλύζεις ποταμόν.
Χα
ῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον,
χα
ῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον.
Χα
ῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν,
χα
ῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
Χα
ῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας,
χα
ῖρε, ζωὴ μυστικῆς εὐωχίας.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.


Χάριν δο
ῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι’ ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος· καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως·

Ἀλληλούια.


Ψάλλοντές σου τ
ὸν τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον ναόν, Θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοὶ πάντας·

Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου,
χα
ῖρε, Ἁγία Ἁγίων μείζων.
Χα
ῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι,
χα
ῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε.
Χα
ῖρε, τίμιον διάδημα βασιλέων εὐσεβῶν,
χα
ῖρε, καύχημα σεβάσμιον ἱερέων εὐλαβῶν.
Χα
ῖρε, τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος,
χα
ῖρε, τῆς Βασιλείας τὸ ἀπόρθητον τεῖχος.
Χα
ῖρε, δι' ἧς ἐγείρονται τρόπαια,
χα
ῖρε, δι' ἧς ἐχθροὶ καταπίπτουσι.
Χα
ῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία,
χα
ῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.
Χα
ῖρε, Νύμφη ἀνύμφευτε.


Ὦ πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον (ἐκ γ’)·

δεξαμένη γὰρ τὴν νῦν προσφοράν, ἀπὸ πάσης ρῦσαι συμφορᾶς ἅπαντας, καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως, τοὺς σοὶ βοῶντας·

Ἀλληλούια. 

 

ΠΡΟΓΡΑΜΜΑ ΙΕΡΩΝ ΑΚΟΛΟΥΘΙΩΝ

ΑΠΟΣΤΟΛΙΚΟ ΚΑΙ ΕΥΑΓΓΕΛΙΚΟ ΑΝΑΓΝΩΣΜΑ ΚΥΡΙΑΚΩΝ

 

ΡΑΔΙΟΣΤΑΘΜΟΣ Ι.Μ. ΛΕΜΕΣΟΥ

 radio.jpg

ΒΙΒΛΙΟΠΩΛΕΙΟ ΙΕΡΟΥ ΝΑΟΥ

Copyright © AP.ANDREAS.LEMESOU 2014. All Rights Reserved.